Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 9.34.2 Hdt. 9.36.1 (English) >>Hdt. 9.37.4

9.35.1 ὣς δὲ καὶ Σπαρτιῆται, ἐδέοντο γὰρ δεινῶς τοῦ Τισαμενοῦ, πάντως συνεχώρεόν οἱ. συγχωρησάντων δὲ καὶ ταῦτα τῶν Σπαρτιητέων, οὕτω δὴ πέντε σφι μαντευόμενος ἀγῶνας τοὺς μεγίστους Τισαμενὸς Ἠλεῖος, γενόμενος Σπαρτιήτης, συγκαταιρέει. μοῦνοι δὲ δὴ πάντων ἀνθρώπων ἐγένοντο οὗτοι Σπαρτιήτῃσι πολιῆται. 9.35.2 οἱ δὲ πέντε ἀγῶνες οἵδε ἐγένοντο, εἷς μὲν καὶ πρῶτος οὗτος ἐν Πλαταιῇσι, ἐπὶ δὲ ἐν Τεγέῃ πρὸς Τεγεήτας τε καὶ Ἀργείους γενόμενος, μετὰ δὲ ἐν Διπαιεῦσι πρὸς Ἀρκάδας πάντας πλὴν Μαντινέων, ἐπὶ δὲ Μεσσηνίων πρὸς Ἰθώμῃ, ὕστατος δὲ ἐν Τανάγρῃ πρὸς Ἀθηναίους τε καὶ Ἀργείους γενόμενος· οὗτος δὲ ὕστατος κατεργάσθη τῶν πέντε ἀγώνων.

ch. 36 9.36.1 οὗτος δὴ τότε τοῖσι Ἕλλησι Τισαμενός, ἀγόντων τῶν Σπαρτιητέων, ἐμαντεύετο ἐν τῇ Πλαταιίδι. τοῖσι μέν νυν Ἕλλησι καλὰ ἐγίνετο τὰ ἱρὰ ἀμυνομένοισι, διαβᾶσι δὲ τὸν Ἀσωπὸν καὶ μάχης ἄρχουσι οὔ.

ch. 37 9.37.1 Μαρδονίῳ δὲ προθυμεομένῳ μάχης ἄρχειν οὐκ ἐπιτήδεα ἐγίνετο τὰ ἱρά, ἀμυνομένῳ δὲ καὶ τούτῳ καλά. καὶ γὰρ οὗτος Ἑλληνικοῖσι ἱροῖσι ἐχρᾶτο, μάντιν ἔχων Ἡγησίστρατον ἄνδρα Ἠλεῖόν τε καὶ τῶν Τελλιαδέων ἐόντα λογιμώτατον, τὸν δὴ πρότερον τούτων Σπαρτιῆται λαβόντες ἔδησαν ἐπὶ θανάτῳ ὡς πεπονθότες πολλά τε καὶ ἀνάρσια ὑπʼ αὐτοῦ.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 9.34.2 Hdt. 9.36.1 (English) >>Hdt. 9.37.4

Powered by PhiloLogic